Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.102 Joseph. AJ 3.107 (English) >>Joseph. AJ 3.112

3.105τὰ δὲ ὀνόματα αὐτῶν, καὶ γὰρ ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγέγραπται, ταῦτʼ ἦν· Βασάηλος μὲν Οὐρὶ παῖς τῆς Ἰούδα φυλῆς, υἱὸς δὲ Μαριάμης τῆς ἀδελφῆς τοῦ στρατηγοῦ, Ἐλίβαζος δὲ Ἰσαμάχου Δανίδος φυλῆς. 3.106τὸ δὲ πλῆθος οὕτως ὑπὸ προθυμίας τοῖς ἐγχειρουμένοις ἐπῆλθεν, ὥστε Μωυσῆς ἀνεῖρξεν αὐτοὺς ὑποκηρυξάμενος ἀρκεῖν τοὺς ὄντας· τοῦτο γὰρ οἱ δημιουργοὶ προειρήκεσαν· ἐχώρουν οὖν ἐπὶ τὴν τῆς σκηνῆς κατασκευήν, 3.107καὶ Μωυσῆς αὐτοὺς ἕκαστα περὶ τῶν μέτρων κατὰ τὴν ὑποθήκην τοῦ θεοῦ καὶ τοῦ μεγέθους ὅσα τε δεῖ σκεύη χωρεῖν αὐτὴν ἀνεδίδασκε πρὸς τὰς θυσίας ὑπηρετήσοντα. ἐφιλοτιμοῦντο δὲ καὶ γυναῖκες περί τε στολὰς ἱερατικὰς καὶ περὶ τὰ ἄλλα ὅσων ἔχρῃζε τὸ ἔργον κόσμου τε καὶ λειτουργίας ἕνεκα τοῦ θεοῦ. 3.108

Πάντων δʼ ἐν ἑτοίμῳ γεγενημένων χρυσίου τε καὶ χαλκοῦ καὶ τῶν ὑφαντῶν, προειπὼν ἑορτὴν Μωυσῆς καὶ θυσίας κατὰ τὴν ἑκάστου δύναμιν ἵστη τὴν σκηνήν, πρῶτον μὲν αἴθριον διαμετρησάμενος τὸ μὲν εὖρος πεντήκοντα πηχῶν ἑκατὸν δὲ τὸ μῆκος. 3.109κάμακας δὲ ἔστησε χαλκέας πενταπήχεις τὸ ὕψος καθʼ ἑκατέραν πλευρὰν εἴκοσι τῶν ἐπιμηκεστέρων, δέκα δὲ τῶν ἐν πλάτει κειμένων τῆς κατόπιν, κρίκοι δὲ τῶν καμάκων ἑκάστῃ προσῆσαν· κιονόκρανα μὲν ἀργύρεα, βάσεις δὲ χρυσαῖ σαυρωτῆρσιν ἐμφερεῖς, χαλκαῖ δὲ ἦσαν, ἐπὶ τῆς γῆς ἐρηρεισμέναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.102 Joseph. AJ 3.107 (English) >>Joseph. AJ 3.112

Powered by PhiloLogic